Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.33 Dem. 22.35 (English) >>Dem. 22.38

22.34ὡς οὖν οὐκ ὦφλʼ πατήρ σου, τοῦτʼ ἐπίδειξον, ὡς οὐκ ἀποδρὰς ἐξῆλθεν ἐκ τοῦ δεσμωτηρίου, ἀλλὰ τὰ χρήματʼ ἐκτείσας. εἰ δὲ μὴ ταῦθʼ ἕξεις δεικνύναι, οὐκ ἐξὸν γέγραφας· κληρονόμον γάρ σε καθίστησʼ νόμος τῆς ἀτιμίας τῆς τοῦ πατρός, ὄντι δʼ ἀτίμῳ σοι λέγειν οὐ προσῆκεν οὐδὲ γράφειν. καὶ περὶ μὲν τῶν νόμων οὓς παρεγραψάμεθα, οἶμαι δεῖν ὑμᾶς, ἄν τι φενακίζειν ἐγχειρῇ καὶ παράγειν οὗτος, ταῦθʼ ὑπολαμβάνειν διεξελήλυθʼ ἐγώ.

22.35εἰσὶ δὲ καὶ περὶ τῶν ἄλλων αὐτῷ λόγοι πρὸς τὸ φενακίζειν ὑμᾶς εὖ μεμηχανημένοι, περὶ ὧν βέλτιον ὑμᾶς προακοῦσαι. ἔστιν γὰρ εἷς αὐτῷ τοιοῦτος, μὴ πεντακοσίους ὑμῶν αὐτῶν ἀφελέσθαι τὴν δωρειὰν μηδʼ ὀνείδει περιβαλεῖν· ἐκείνων ἁγών, οὐκ ἐμός. ἐγὼ δʼ εἰ μὲν ἐμέλλετʼ ἀφαιρήσεσθαι τούτους μόνον, ἄλλο δὲ μηδὲν ὠφελήσειν τὴν πόλιν, οὐδὲν ἂν ὑμᾶς σφόδρα σπουδάζειν ἠξίουν· εἰ δὲ τῷ τοῦτο ποιῆσαι πλείους μυρίους τοὺς ἄλλους πολίτας βελτίους εἶναι προτρέψετε, πόσῳ κάλλιον τοσούτους παρασκευάσαι χρηστοὺς πεντακοσίοις ἀδίκως χαρίσασθαι; 22.36ὡς δʼ οὐδʼ ἔστιν ἁπάσης τὸ πρᾶγμα τῆς βουλῆς, ἀλλὰ τινῶν, οἵπερ εἰσὶν αἴτιοι τῶν κακῶν, καὶ Ἀνδροτίωνος, ἔχω λέγειν. τῷ γάρ ἐστιν ὄνειδος, εἰ σιωπῶντος αὐτοῦ καὶ μηδὲν γράφοντος, ἴσως δʼ οὐδὲ τὰ πόλλʼ εἰς τὸ βουλευτήριον εἰσιόντος, μὴ λάβοι βουλὴ τὸν στέφανον; οὐδενὶ δήπουθεν, ἀλλὰ τοῦ γράφοντος καὶ πολιτευομένου καὶ πείθοντος βούλοιτο τὴν βουλήν· διὰ γὰρ τούτους ἀνάξια τοῦ στεφανωθῆναι βεβούλευκεν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.33 Dem. 22.35 (English) >>Dem. 22.38

Powered by PhiloLogic